Odysseus‘ Ankunft am Königshof der Phaiaken (Od. 7,133-166)
ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. 135
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
πολλὴν ἠέρ᾽ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, 140
ὄφρ᾽ ἵκετ᾽ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
ἀμφὶ δ᾽ ἄρ᾽ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
καὶ τότε δή ῥ᾽ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
οἱ δ᾽ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες:
θαύμαζον δ᾽ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς: 145
‘ Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
σόν τε πόσιν σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας
τούσδε τε δαιτυμόνας: τοῖσιν θεοὶ ὄλβια δοῖεν
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
κτήματ᾽ ἐνὶ μεγάροισι γέρας θ᾽ ὅ τι δῆμος ἔδωκεν: 150
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ᾽ ἱκέσθαι
θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.’
ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν
πὰρ πυρί: οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, 155
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς:
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
‘Ἀλκίνο᾽, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν, 160
οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
ἄλλ᾽ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ: 165
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.’
Anmerkungen
Ὀδυσσεύς, Ὀδυσσέως, ὁ – Odysseus, Held, der für seine Klugheit bekannt ist
Φαίηκες, Φαιήκων, οἱ – die Phaiaken, fiktives Volk, das auf der Insel Scheria lebt
Ἀθήνη, Ἀθήνας, ἡ – Athene, Göttin der Weisheit und der Strategie im Kampf
Ἀρήτη, Ἀρήτην, ἡ – Arete, Königin der Phaiaken und Ehefrau des Alkinoos
Ἀλκίνοος, Ἀλκινόου, ὁ – Alkinoos, König der Phaiaken
Ῥηξήνωρ Ῥηξήνορος, ὁ – Rhexenor, Bruder des Alkinoos und Vater der Arete
Ἐχένηος, Ἐχενήου, ὁ – Echeneos, ältester der phaiakischen Fürsten
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
s. auch:
G. Radke-Uhlmann, Odysseus bei den Phäaken – Studien zur Heimkehrerhandlung in den Apologoi der Odyssee, in: M. Meier-Brügger (Hrsg.), Homer, gedeutet durch ein großes Lexikon, Abhandlungen der der Akademie der Wissenschaften zu Göttingen Neue Folge Bd. 21 (Berlin 2012) 215-238.
