Die Misshandlung der Leiche Hektors durch Achill (Il. 22,395-404;24,1-21)

ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.     395
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ᾽ ἐξῆπτεν ἱμάντας,
ἐκ δίφροιο δ᾽ ἔδησε, κάρη δ᾽ ἕλκεσθαι ἔασεν:
ἐς δίφρον δ᾽ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε᾽ ἀείρας
μάστιξέν ῥ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.     400 
τοῦ δ᾽ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
κυάνεαι πίτναντο, κάρη δ᾽ ἅπαν ἐν κονίῃσι
κεῖτο πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι
δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.

λῦτο δ᾽ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
ἐσκίδναντ᾽ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκεροῦ ταρπήμεναι: αὐτὰρ Ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ, ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθα    
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων:
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ᾽ αὖτε     10 
ὕπτιος, ἄλλοτε δὲ πρηνής: τοτὲ δ᾽ ὀρθὸς ἀναστὰς
δινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός: οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ ἠϊόνας τε.
ἀλλ᾽ ὅ γ᾽ ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
Ἕκτορα δ᾽ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,     15 
τρὶς δ᾽ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ᾽ ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα: τοῖο δ᾽ Ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων
καὶ τεθνηότα περ: περὶ δ᾽ αἰγίδι πάντα κάλυπτε     20 
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

Anmerkungen

Ἕκτωρ, Ἕκτορος, ὁ – Hektor, Sohn des Priamos und stärkster Kämpfer auf trojanischer Seite

Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter

Ἀχιλλεύς, Ἀχιλλέως, ὁ – Achill, stärkster Kämpfer auf der Seite der Griechen

Πατρόκλος, Πατρόκλου, ὁ – Patroklos, Freund des Achill

Μενοιτιάδης, Μενοιτιάδου, ὁ – Sohn des Menoitios, gemeint: Patroklos

Ἀπόλλων, Ἀπόλλωνος, ὁ – Apollon, Gott des Lichts, der Künste und der Heilung

αἰγίς, αἰγίδος, ἡ – Ägis, Schild oder Panzer des Apollon, des Zeus oder der Athene

s. auch:

Hydria, Museum of Fine Arts Boston, Inv. Nr. 63.473

Achillsarkophag, Museo Ostiense, Ostia, Inv. Nr. 43504.

G. Koch, Der Achillsarkophag in Berlin, Jahrbuch der Berliner Museen 25, 1983, 5-25.

E. T. Vermeule, The Vengeance of Achilles, Bulletin of the Museum of Fine Arts, 63, 331, 1965, 34-52.