Achills Rachegelöbnisse – der Wiedereintritt in den Kampf (Il. 18,97-126;316-337)
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
‘αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἑταίρῳ
κτεινομένῳ ἐπαμῦναι: ὃ μὲν μάλα τηλόθι πάτρης
ἔφθιτ᾽, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. 100
νῦν δ᾽ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ᾽ ἑτάροισι
τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
ἀλλ᾽ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων 105
ἐν πολέμῳ: ἀγορῇ δέ τ᾽ ἀμείνονές εἰσι καὶ ἄλλοι.
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ᾽ ἀνθρώπων ἀπόλοιτο
καὶ χόλος, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός: 110
ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ:
νῦν δ᾽ εἶμ᾽ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
Ἕκτορα: κῆρα δ᾽ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 115
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι:
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, 120
κείσομ᾽ ἐπεί κε θάνω: νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
δάκρυ᾽ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
γνοῖεν δ᾽ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι: 125
μὴ δέ μ᾽ ἔρυκε μάχης φιλέουσά περ: οὐδέ με πείσεις.’
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
ᾧ ῥά θ᾽ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
ὕλης ἐκ πυκινῆς: ὃ δέ τ᾽ ἄχνυται ὕστερος ἐλθών, 320
πολλὰ δέ τ᾽ ἄγκε᾽ ἐπῆλθε μετ᾽ ἀνέρος ἴχνι᾽ ἐρευνῶν
εἴ ποθεν ἐξεύροι: μάλα γὰρ δριμὺς χόλος αἱρεῖ:
ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν:
‘ὢ πόποι ἦ ῥ᾽ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι: 325
φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
ἀλλ᾽ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ:
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ᾽ ἐμὲ νοστήσαντα 330
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
οὐδὲ Θέτις μήτηρ, ἀλλ᾽ αὐτοῦ γαῖα καθέξει.
νῦν δ᾽ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ᾽ ὑπὸ γαῖαν,
οὔ σε πρὶν κτεριῶ πρίν γ᾽ Ἕκτορος ἐνθάδ᾽ ἐνεῖκαι
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος: 335
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.’
Anmerkungen
Ἀχιλλεύς, Ἀχιλλέως, ὁ – Achill, stärkster Kämpfer auf der Seite der Griechen
Πατρόκλος, Πατρόκλου, ὁ – Patroklos, Freund des Achill
Ἕκτωρ, Ἕκτορος, ὁ – Hektor, Sohn des Priamos und stärkster Kämpfer auf trojanischer Seite
Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen
Ἀγαμέμνων, Ἀγαμέμνονος, ὁ – Agamemnon, Oberbefehlshaber der Griechen
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
Ἡρακλῆς, Ἡρακλέους, ὁ – Herakles, griechischer Held, der für seine Stärke bekannt ist
Κρονίων, Κρονίωνος, ὁ – der Kronos-Sohn, gemeint: Zeus
Ἥρη, Ἥρας, ἡ – Hera, Ehefrau und Schwester des Zeus, Göttin der Ehe und der Familie
Δαρδανίδαι, Δαρδανίδων, οἱ – die Dardaner, anderer Name für die Trojaner
Πηλεΐδης, Πηλεΐδαο, ὁ – der Peleus-Sohn, gemeint: Achill
Μυρμιδόνες, Μυρμιδόνων, οἱ – die Myrmidonen, Untertanen des Achill
Μενοίτιος, Μενοιτίου, ὁ – Menoitios, Vater des Patroklos
Ὀπόεις, Ὀπόεντος, ὁ/ἡ – Opus, Hauptstadt der Lokrer und Heimat von Patroklos
Ἴλιον, Ἴλιου, τό – Ilion, ein anderer Name für Troja
Πηλεύς, Πηλῆος, ὁ – Peleus, Vater des Achill
Θέτις, Θέτιδος, ἡ – Thetis, Meeresgöttin und Mutter des Achill
s. auch:
I. Kuhn, Der Zorn des Achilleus: Eine Kritische Bemerkung zu Joachim Latacz, Hermes 133,4, 2005, 496-500.
