Die Krisensituation der Griechen (Il. 9,1-29)
ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: αὐτὰρ Ἀχαιοὺς
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
πένθεϊ δ᾽ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
ὡς δ᾽ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον 5
ἐλθόντ᾽ ἐξαπίνης: ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν:
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Ἀτρεΐδης δ᾽ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων 10
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
μὴ δὲ βοᾶν: αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
ἷζον δ᾽ εἰν ἀγορῇ τετιηότες: ἂν δ᾽ Ἀγαμέμνων
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
ἥ τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ: 15
ὣς ὃ βαρὺ στενάχων ἔπε᾽ Ἀργείοισι μετηύδα:
‘ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι, 20
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ᾽ ἔτι καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 25
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen
Βορέης, Βορέου, ὁ – Boreas, der Gott des Nordwindes
Ζέφυρος, Ζεφύρου, ὁ – Zephyros, der Gott des Westwindes
Θρῄκηθεν von Θρῄκη, Θρῄκης, ἡ – von Thrakien, Region im Norden Griechenlands
Ἀτρεΐδης, Ἀτρεΐδου, ὁ – der Atride, gemeint: Agamemnon, Oberbefehlshaber der Griechen
Ἀγαμέμνων, Ἀγαμέμνονος, ὁ – Agamemnon
Ἀργεῖοι, Ἀργείων, οἱ – die Argiver, Volk im Herrschaftsgebiet Agamemnons
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
Κρονίδης, Κρονίδου, ὁ – der Kronos-Sohn, gemeint: Zeus
Ἴλιον, Ἴλιου, τό – Ilion, ein anderer Name für Troja
Ἄργος, Ἄργους, τό – Argos, das Herrschaftsgebiet Agamemnons
