Die Trugrede des Agamemnon (Il. 2,110-122.129-154)

‘ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος     110 
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.     115 
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ᾽ ἔτι καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
αἰσχρὸν γὰρ τόδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν     120 
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀνδράσι παυροτέροισι, τέλος δ᾽ οὔ πώ τι πέφανται:

τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
Τρώων, οἳ ναίουσι κατὰ πτόλιν: ἀλλ᾽ ἐπίκουροι     130 
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ᾽ ἐθέλοντα
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται:     135 
αἳ δέ που ἡμέτεραί τ᾽ ἄλοχοι καὶ νήπια τέκνα
εἵατ᾽ ἐνὶ μεγάροις ποτιδέγμεναι: ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ᾽ ἱκόμεσθα.
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:     140 
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.’
ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν:
κινήθη δ᾽ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
πόντου Ἰκαρίοιο, τὰ μέν τ᾽ Εὖρός τε Νότος τε     145 
ὤρορ᾽ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
ὡς δ᾽ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων, ἐπί τ᾽ ἠμύει ἀσταχύεσσιν,
ὣς τῶν πᾶσ᾽ ἀγορὴ κινήθη: τοὶ δ᾽ ἀλαλητῷ
νῆας ἔπ᾽ ἐσσεύοντο, ποδῶν δ᾽ ὑπένερθε κονίη     150 
ἵστατ᾽ ἀειρομένη: τοὶ δ᾽ ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν ἠδ᾽ ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ᾽ ἐξεκάθαιρον: ἀϋτὴ δ᾽ οὐρανὸν ἷκεν
οἴκαδε ἱεμένων: ὑπὸ δ᾽ ᾕρεον ἕρματα νηῶν.

Anmerkungen

Δαναοί, Δαναῶν, οἱ – Danaer, die Griechen

Ἄρης, Ἄρηος, ὁ – Ares, der Kriegsgott

Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter

Κρονίδης, Κρονίδου, ὁ – der Kronos-Sohn, gemeint: Zeus

Ἴλιον, Ἴλιου, τό – Ilion, ein anderer Name für Troja

Ἄργος, Ἄργους, τό – Argos, das Herrschaftsgebiet Agamemnons

Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen

Ἰκάριος, Ἰκαρίου, ὁ – das Ikarische Meer an der Westküste Kleinasiens

Εὖρος, Εὖρου, ὁ – Euros, der Gott des Südostwindes

Νότος, Νότου, ὁ – Notos, der Gott des Süd(west)windes

Ζέφυρος, Ζεφύρου, ὁ – Zephyros, der Gott des Westwindes

s. auch:

P. Grossardt, Die Trugreden in der Odyssee und ihre Rezeption in der antiken Literatur, Sapheneia 2 (Freiburg im Üechtland 1998).