Der Beginn des Streits (Il. 1,101-139)

ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο: τοῖσι δ᾽ ἀνέστη
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην:
Κάλχαντα πρώτιστα κάκ᾽ ὀσσόμενος προσέειπε:     105
μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας:
αἰεί τοι τὰ κάκ᾽ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ᾽ οὔτέ τί πω εἶπας ἔπος οὔτ᾽ ἐτέλεσσας:
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
ὡς δὴ τοῦδ᾽ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,     110
οὕνεκ᾽ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾽ ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
οὐ δέμας οὐδὲ φυήν, οὔτ᾽ ἂρ φρένας οὔτέ τι ἔργα.      115
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾽ ἄμεινον:
βούλομ᾽ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι:
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽ ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε:
λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.      120
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς:
Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά:
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,     125
λαοὺς δ᾽ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες: αὐτὰρ Ἀχαιοὶ
τριπλῇ τετραπλῇ τ᾽ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:     130
‘μὴ δ᾽ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ᾽ Ἀχιλλεῦ
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
ἦ ἐθέλεις ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾽ αὔτως
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι;
ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ     135
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται:
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
ἄξω ἑλών: ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.

Anmerkungen

Ἀτρεΐδης Ἀγαμέμνων, Ἀτρεΐδου Ἀγαμέμνονος, ὁ – der Atride Agamemnon, Oberbefehlshaber der Griechen

Κάλχας, Κάλχαντος, ὁ – Seher der Griechen

Δαναοί, Δαναῶν, οἱ – Danaer, die Griechen

Χρυσηΐς, Χρυσηΐδος, ἡ – Chryseïs, die Tochter des Apollon-Priesters Chryses

Κλυταιμνήστρη, Κλυταιμνήστρης, ἡ – Ehefrau des Agamemnon

Ἀργεῖοι, Ἀργείων, οἱ – die Argiver, Volk im Herrschaftsgebiet Agamemnons

Ἀχιλλεύς, Ἀχιλλέως, ὁ – Achill, stärkster Kämpfer auf der Seite der Griechen

Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen

Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter

Αἴας, Αἴαντος, ὁ – Ajas, Sohn des Telamon; nach Achill einer der bedeutendsten Helden auf der Seite der Griechen

Ὀδυσεύς, Ὀδυσέως, ὁ – Odysseus, nach Achill einer der bedeutendsten Helden auf der Seite der Griechen, der für seine Klugheit bekannt ist

s. auch:

G. A. Seeck, Der Streit des Mächtigen und des Starken: Motivstruktur und homerische Verhaltenspsychologie im 1. Buch der 'Ilias', Hermes 120,1, 1992, 1-18.