Die Vorgeschichte des Streits: die Rückgabe der Chryseïs (Il. 1,8–43)

τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός: ὃ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,     10
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης: ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,     15
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν:
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι:
παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾽ ἄποινα δέχεσθαι,     20
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:     25
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο:
τὴν δ᾽ ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης     30
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν:
ἀλλ᾽ ἴθι μή μ᾽ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ:
βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης:
πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὃ γεραιὸς     35
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ:
κλῦθί μευ ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα     40
ταύρων ἠδ᾽ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ:
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

Anmerkungen:

Λητώ, Λητοῦς, ἡ – Leto, Geliebte des Zeus, Mutter von Apollon und Artemis

Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter

Λητοῦς καὶ Διὸς υἱός – gemeint: Apollon, Gott des Lichts, der Künste und der Heilung

Χρυσηΐς, Χρυσηίδος, ἡ– Chryseïs, Tochter des Apollon-Priesters Chryses

Ἀτρεΐδης, Ἀτρεΐδου, ὁ – der Atride, gemeint: Agamemnon, Oberbefehlshaber der Griechen

Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen

Ἀτρεΐδα, Ἀτρεΐδαιν, τώ – die Atreus-Söhne: Agamemnon und Menelaos, König von Sparta und Ehemann Helenas

Ὀλυμπία, Ὀλυμπίας, ἡ – der Olymp, gilt als der Sitz der Götter

Πρίαμος, Πριάμοιο, ὁ – Priamos, Herrscher Trojas

Πριάμοιο πόλις, ἡ – die Stadt des Priamos, gemeint: Troja

Ἄργος, Ἄργους, τό – Argos, das Herrschaftsgebiet Agamemnons

Χρύσην … Κίλλάν … Τενέδοιό: Umschreibung für den Südteil der Troas

Σμινθεύς, Σμινθέως, ὁ – Smintheus, Beiname des Apollon

Δαναοί, Δαναῶν, οἱ – Danaer, die Griechen

s. auch:

R. J. Rabel, Chryses and the Opening of the Iliad, American Journal of Philology 109,4, 1988, 473-481.

Chryses fordert die Herausgabe seiner Tochter, Apulischer Krater, 4. Jh. v. Chr., Louvre CA 227