Helena in Troja (Il. 3,150-180)

γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ᾽ ἀγορηταὶ
ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ᾽ ὕλην
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι:
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ᾽ ἐπὶ πύργῳ.
οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον:     155 
‘οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν:
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν:
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ᾽ ἐν νηυσὶ νεέσθω,
μηδ᾽ ἡμῖν τεκέεσσί τ᾽ ὀπίσσω πῆμα λίποιτο.’     160 
ὣς ἄρ᾽ ἔφαν, Πρίαμος δ᾽ Ἑλένην ἐκαλέσσατο φωνῇ:
δεῦρο πάροιθ᾽ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε:
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν:     165 
ὥς μοι καὶ τόνδ᾽ ἄνδρα πελώριον ἐξονομήνῃς
ὅς τις ὅδ᾽ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
καλὸν δ᾽ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
οὐδ᾽ οὕτω γεραρόν: βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.     170 
τὸν δ᾽ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν:
‘αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε:
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.     175 
ἀλλὰ τά γ᾽ οὐκ ἐγένοντο: τὸ καὶ κλαίουσα τέτηκα.
τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς:
οὗτός γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
ἀμφότερον βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής:
δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ᾽ ἔην γε.’     180 

Anmerkungen

Ἑλένη, Ἑλένης, ἡ – Helena, Ehefrau des Menelaos und Auslöser für den Trojanischen Krieg

Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen

Πρίαμος, Πριάμου, ὁ – Priamos, Herrscher Trojas

Ἀτρεΐδης, Ἀτρεΐδου, ὁ – der Atride, gemeint: Agamemnon

Ἀγαμέμνων, Ἀγαμέμνονος, ὁ – Agamemnon, Oberbefehlshaber der Griechen

s. auch:

K. Wesselmann, Die abgetrennte Zunge. Sex und Macht in der Antike neu lesen (Darmstadt 2021) 33-41.

R. Blondell, "Bitch that I Am": Self-Blame and Self-Assertion in the Iliad, Transactions of the AMerican Philological Association (1974-2014), 140,1, 2010, 1-32.