Zeus und Thetis (Il. 1,493-530)
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
πάντες ἅμα, Ζεὺς δ᾽ ἦρχε: Θέτις δ᾽ οὐ λήθετ᾽ ἐφετμέων 495
παιδὸς ἑοῦ, ἀλλ᾽ ἥ γ᾽ ἀνεδύσετο κῦμα θαλάσσης.
ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
εὗρεν δ᾽ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων 500
σκαιῇ, δεξιτερῇ δ᾽ ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα:
‘Ζεῦ πάτερ εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ:
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων 505
ἔπλετ᾽: ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ:
τόφρα δ᾽ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ᾽ ἂν Ἀχαιοὶ
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.’ 510
ὣς φάτο: τὴν δ᾽ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
ἀλλ᾽ ἀκέων δὴν ἧστο: Θέτις δ᾽ ὡς ἥψατο γούνων
ὣς ἔχετ᾽ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις:
‘νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
ἢ ἀπόειπ᾽, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ᾽ ἐῢ εἰδέω 515
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.’
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:
‘ἦ δὴ λοίγια ἔργ᾽ ὅ τέ μ᾽ ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ ὅτ᾽ ἄν μ᾽ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν:
ἣ δὲ καὶ αὔτως μ᾽ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 520
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
Ἥρη: ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω:
εἰ δ᾽ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς:
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾽ ἀθανάτοισι μέγιστον 525
τέκμωρ: οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλὸν
οὐδ᾽ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.’
ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων:
ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ᾽ ἀθανάτοιο: μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον. 530
Anmerkungen
Ἠῶς, Ἠὀος, ἡ – Eos, die Göttin der Morgenröte
Ὄλυμπος ,Οὐλύμποιο, ὁ – der Olymp, gilt als der Sitz der Götter
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
Θέτις, Θέτιδος, ἡ – Thetis, Meeresgöttin und Mutter des Achill
Κρονίδης, Κρονίδου, ὁ – der Kronos-Sohn, gemeint: Zeus
Ἀγαμέμνων, Ἀγαμέμνονος, ὁ – Agamemnon, Oberbefehlshaber der Griechen
Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen
Ἥρη, Ἥρας, ἡ – Hera, Ehefrau und Schwester des Zeus, Göttin der Ehe und der Familie
s. auch:
Radierung “Jupiter und Thetis” (F. H. Füger, 1813)
