Athene und der Schuss des Pandaros (Il. 4,74-104)
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
οἷον δ᾽ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω 75
ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
λαμπρόν: τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται:
τῷ ἐϊκυῖ᾽ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
κὰδ δ᾽ ἔθορ᾽ ἐς μέσσον: θάμβος δ᾽ ἔχεν εἰσορόωντας
Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς: 80
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
‘ἦ ῥ᾽ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
ἔσσεται, ἢ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησι
Ζεύς, ὅς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.’
ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. 85
‘ἣ δ᾽ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ᾽ ὅμιλον
Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
ἑσταότ᾽: ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 90
λαῶν, οἵ οἱ ἕποντο ἀπ᾽ Αἰσήποιο ῥοάων:
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
‘ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, 95
ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
τοῦ κεν δὴ πάμπρωτα παρ᾽ ἀγλαὰ δῶρα φέροιο,
αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ᾽ ἀλεγεινῆς.
ἀλλ᾽ ἄγ᾽ ὀΐστευσον Μενελάου κυδαλίμοιο, 100
εὔχεο δ᾽ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.’
ὣς φάτ᾽ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν.
Anmerkungen
Ὄλυμπος ,Οὐλύμποιο, ὁ – der Olymp, gilt als der Sitz der Götter
Κρόνος, Κρόνου, ὁ – Kronos, Vater des Zeus, Poseidon und Hades
Κρόνου πάϊς, ὁ – der Kronos-Sohn, gemeint: Zeus
Παλλὰς, Παλλὰδος, ἡ – Pallas, Beiname der Göttin Athene
Ἀθηναίη, Ἀθηναίης, ἡ – Athene, Göttin der Weisheit und der Strategie im Kampf; im Trojanischen Krieg auf der Seite der Griechen
Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
Λαοδόκος, Λαοδόκου, ὁ – Laodokos, Kämpfer auf trojanischer Seite
Ἀντηνορίδης, Ἀντηνορίδαο, ὁ – Sohn des Antenor, gemeint: Laodokos
Πάνδαρος, Πανδάρου, ὁ – Pandaros, Kämpfer auf trojanischer Seite
Λυκάων, Λυκάονος, ὁ – Lykaon, Sohn des Priamos und Vater des Pandaros
Λυκάονος υἱός, ὁ – der Sohn des Lykaon, gemeint: Pandaros
Αἴσηπος, Αἰσήποιο, ὁ – Aisepos, Fluss in Kleinasien
Μενέλαος, Μενελάου, ὁ – Menelaos, König von Sparta und Ehemann Helenas
Ἀλέξανδρος, Ἀλεξάνδρου, ὁ – Alexander, Beiname des Paris, trojanischer Prinz
Ἀτρεύς, Ἀτρέος, ὁ – Atreus, Vater des Agamemnon und Menelaos
Ἀτρέος υἱὸς, ὁ – der Atreus-Sohn, gemeint: Menelaos
Ἀπόλλων, Ἀπόλλωνος, ὁ – Apollon, Gott des Lichts, der Künste und der Heilung
Λυκηγενής, Λυκηγενόυς, ὁ – der Lichtgeborene, Beiname des Apollon
Ζελείη, Ζελείης, ἡ – Zeleia, Stadt in der Troas, am Fuße des Ida
s. auch:
C. Sutherland, Archery in the Homeric Epics, Classics Ireland 8, 2001, 111-120.
