Helena und Aphrodite (Il. 3,383-420)

αὐτὴ δ᾽ αὖ Ἑλένην καλέουσ᾽ ἴε: τὴν δὲ κίχανε
πύργῳ ἐφ᾽ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν:
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,     385
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε:
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη:
‘δεῦρ᾽ ἴθ᾽: Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.     390
κεῖνος ὅ γ᾽ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
κάλλεΐ τε στίλβων καὶ εἵμασιν: οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
ἔρχεσθ᾽, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.’
ὣς φάτο, τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:     395
καί ῥ᾽ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
στήθεά θ᾽ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ᾽ ἄρ᾽ ἔπειτα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων     400
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι,
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;     405
ἧσο παρ᾽ αὐτὸν ἰοῦσα, θεῶν δ᾽ ἀπόεικε κελεύθου,
μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
εἰς ὅ κέ σ᾽ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
κεῖσε δ᾽ ἐγὼν οὐκ εἶμι: νεμεσσητὸν δέ κεν εἴη:     410
κείνου πορσανέουσα λέχος: Τρῳαὶ δέ μ᾽ ὀπίσσω
πᾶσαι μωμήσονται: ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη:
‘μή μ᾽ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
τὼς δέ σ᾽ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ᾽ ἐφίλησα,     415
μέσσῳ δ᾽ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.’
ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν: ἦρχε δὲ δαίμων.     420

Anmerkungen

Ἑλένη, Ἑλένης, ἡ – Helena, Ehefrau des Menelaos und Auslöser für den Trojanischen Krieg

Λακεδαίμων, Λακεδαίμονος, ἡ – Lakedaimon, ein anderer Name für Sparta

Ἀφροδίτη, Ἀφροδίτης, ἡ – Aphrodite, Göttin der Liebe und der Schönheit

Ἀλέξανδρος, Ἀλεξάνδρου, ὁ – Alexander, Beiname des Paris, trojanischer Prinz

Φρυγίη, Φρυγίης, ἡ – Phrygien, Region in Kleinasien

Μῃονίης, Μῃονίης, ἡ – Maionia, Region in Kleinasien

Μενέλαος, Μενελάου, ὁ – Menelaos, König von Sparta und Ehemann Helenas

Ὄλυμπος, Ὀλύμπου, ὁ – der Olymp, gilt als der Sitz der Götter

Δαναοί, Δαναῶν, οἱ – Danaer, die Griechen

Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter

s. auch:

F. J. Groten Jr., Homer's Helen, Greece&Rome 15,1, 1968, 33-39.