Die Kampfspiele (Od. 8,96-110.131-157)

αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:
‘κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
φόρμιγγός θ᾽, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ:
νῦν δ᾽ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν     100
πάντων, ὥς χ᾽ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.’
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,     105
Δημοδόκου δ᾽ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
κῆρυξ: ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
βὰν δ᾽ ἴμεν εἰς ἀγορήν, ἅμα δ᾽ ἕσπετο πουλὺς ὅμιλος,
μυρίοι: ἂν δ᾽ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.     110

αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν᾽ ἀέθλοις,
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο:
‘δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν᾽ ἄεθλον
οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν     135
αὐχένα τε στιβαρὸν μέγα τε σθένος: οὐδέ τι ἥβης
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν:
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.’
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:     140
‘Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.’
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
στῆ ῥ᾽ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε:
‘δεῦρ᾽ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,     145
εἴ τινά που δεδάηκας: ἔοικε δέ σ᾽ ἴδμεν ἀέθλους:
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ᾽ ἔῃσιν,
ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
ἀλλ᾽ ἄγε πείρησαι, σκέδασον δ᾽ ἀπὸ κήδεα θυμοῦ.
σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη     150
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.’
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
‘Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,     155
νῦν δὲ μεθ᾽ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.’

Anmerkungen

Φαίηκες, Φαιήκων, οἱ – die Phaiaken, fiktives Volk, das auf der Insel Scheria lebt

Δημόδοκος, Δημοδόκου, ὁ – Demodokos, blinder Sänger der Phaiaken

Λαοδάμας, Λαοδάμαντος, ὁ – Laodamas, Sohn des Alkinoos

Ἀλκίνοος, Ἀλκινόοιο, ὁ – Alkinoos, König der Phaiaken

πάϊς Ἀλκινόοιο, ὁ – der Sohn des Alkinoos, gemeint: Laodamas

Εὐρύαλος, Εὐρυάλου, ὁ – Eurylaos, Phaiake

Ὀδυσσεύς, Ὀδυσσῆος, ὁ – Odysseus, Held, der für seine Klugheit bekannt ist

s. auch:

G. Radke-Uhlmann, Odysseus bei den Phäaken – Studien zur Heimkehrerhandlung in den Apologoi der Odyssee, in: M. Meier-Brügger (Hrsg.), Homer, gedeutet durch ein großes Lexikon, Abhandlungen der der Akademie der Wissenschaften zu Göttingen Neue Folge Bd. 21 (Berlin 2012) 215-238.