Zeus und Hera (Il. 1,536-569)
ὣς ὃ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου: οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσ᾽ ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα:
τίς δ᾽ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; 540
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν: οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.’
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε:
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 545
εἰδήσειν: χαλεποί τοι ἔσοντ᾽ ἀλόχῳ περ ἐούσῃ:
ἀλλ᾽ ὃν μέν κ᾽ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ᾽ ἀνθρώπων:
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.’ 550
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ᾽ οὔτ᾽ εἴρομαι οὔτε μεταλλῶ,
ἀλλὰ μάλ᾽ εὔκηλος τὰ φράζεαι ἅσσ᾽ ἐθέλῃσθα.
νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 555
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος:
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων:
τῇ σ᾽ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 560
‘δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω:
πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ᾽ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι: τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
εἰ δ᾽ οὕτω τοῦτ᾽ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι:
ἀλλ᾽ ἀκέουσα κάθησο, ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ, 565
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
ἆσσον ἰόνθ᾽, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.’
Anmerkungen
Ἥρη, Ἥρας, ἡ – Hera, Ehefrau und Schwester des Zeus, Göttin der Ehe und der Familie
Θέτις, Θέτιδος, ἡ – Thetis, Meeresgöttin und Mutter des Achill
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
Κρονίων, Κρονίωνος, ὁ – der Kronos-Sohn, gemeint: Zeus
Ἀχιλεύς, Ἀχιλῆος, ὁ – Achill, stärkster Kämpfer auf der Seite der Griechen
Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen
Ὄλυμπος ,Οὐλύμποιο, ὁ – der Olymp, gilt als der Sitz der Götter
s. auch:
K. Synodinou, The Threats of Physical Abuse of Hera by Zeus in the Iliad, Wiener Studien 100, 1987, 13-22.
