Athenes Eingreifen in den Zweikampf zwischen Hektor und Achill (Il. 22,214-247)
Πηλεΐωνα δ᾽ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα: 215
‘νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ᾽ Ἀχιλλεῦ
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
οὔ οἱ νῦν ἔτι γ᾽ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
οὐδ᾽ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 220
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ᾽ ἐγώ τοι
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.’
ὣς φάτ᾽ Ἀθηναίη, ὃ δ᾽ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
στῆ δ᾽ ἄρ᾽ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. 225
ἣ δ᾽ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ᾽ Ἕκτορα δῖον
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν:
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
‘ἠθεῖ᾽ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων: 230
ἀλλ᾽ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.’
τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
‘Δηΐφοβ᾽ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας:
νῦν δ᾽ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, 235
ὃς ἔτλης ἐμεῦ εἵνεκ᾽, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
τείχεος ἐξελθεῖν, ἄλλοι δ᾽ ἔντοσθε μένουσι.’
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
‘ἠθεῖ᾽ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
λίσσονθ᾽ ἑξείης γουνούμενοι, ἀμφὶ δ᾽ ἑταῖροι, 240
αὖθι μένειν: τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες:
ἀλλ᾽ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
νῦν δ᾽ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται 245
νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.’
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ᾽ Ἀθήνη.
Anmerkungen
Πηλεΐων, Πηλεΐωνος, ὁ – der Peleus-Sohn, Achill
Ἀθηναίη, Ἀθηναίης, ἡ – Athene, Göttin der Weisheit und der Strategie im Kampf
Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter
Ἀχιλλεύς, Ἀχιλλῆος, ὁ – Achill, stärkster Kämpfer auf der Seite der Griechen
Ἀχαιοί, Ἀχαιῶν, οἱ – Achaier, die Griechen
Ἕκτωρ, Ἕκτορος, ὁ – Hektor, Sohn des Priamos und stärkster Kämpfer auf trojanischer Seite
Ἀπόλλων, Ἀπόλλωνος, ὁ – Apollon, Gott des Lichts, der Künste und der Heilung
Δηϊφόβος, Δηϊφόβου, ὁ – Deiphobos, Sohn des Priamos
Πρίαμος, Πριάμοιο, ὁ – Priamos, Herrscher Trojas
Ἑκάβη, Ἑκάβης, ἡ – Hekabe, die Ehefrau des Priamos und Mutter Hektors
s. auch:
Kylix mit Kampf zwischen Achill und Hektor, Museum of Fine Arts Boston, Inv. Nr. 98.933
