Das gemeinsame Mahl (Il. 24,599-632)
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
κεῖται δ᾽ ἐν λεχέεσσ᾽: ἅμα δ᾽ ἠοῖ φαινομένηφιν 600
ὄψεαι αὐτὸς ἄγων: νῦν δὲ μνησώμεθα δόρπου.
καὶ γάρ τ᾽ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες.
τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ᾽ ἀργυρέοιο βιοῖο 605
χωόμενος Νιόβῃ, τὰς δ᾽ Ἄρτεμις ἰοχέαιρα,
οὕνεκ᾽ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ:
φῆ δοιὼ τεκέειν, ἣ δ᾽ αὐτὴ γείνατο πολλούς:
τὼ δ᾽ ἄρα καὶ δοιώ περ ἐόντ᾽ ἀπὸ πάντας ὄλεσσαν.
οἳ μὲν ἄρ᾽ ἐννῆμαρ κέατ᾽ ἐν φόνῳ, οὐδέ τις ἦεν 610
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων:
τοὺς δ᾽ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
ἣ δ᾽ ἄρα σίτου μνήσατ᾽, ἐπεὶ κάμε δάκρυ χέουσα.
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς 615
νυμφάων, αἵ τ᾽ ἀμφ᾽ Ἀχελώϊον ἐρρώσαντο,
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
σίτου: ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
Ἴλιον εἰσαγαγών: πολυδάκρυτος δέ τοι ἔσται. 620
ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
σφάξ᾽: ἕταροι δ᾽ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Αὐτομέδων δ᾽ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 625
καλοῖς ἐν κανέοισιν: ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ᾽ Ἀχιλῆα
ὅσσος ἔην οἷός τε: θεοῖσι γὰρ ἄντα ἐῴκει: 630
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
εἰσορόων ὄψίν τ᾽ ἀγαθὴν καὶ μῦθον ἀκούων.
Anmerkungen
Νιόβη, Νιόβης, ἡ – Niobe, Tochter des Tantalos
Ἀπόλλων, Ἀπόλλωνος, ὁ – Apollon, Gott des Lichts, der Künste und der Heilung
Ἄρτεμις, Ἀρτέμιδος, ἡ – Artemis, Göttin der Jagd
Λητώ, Λητοῦς, ἡ – Leto bzw. Latona, Mutter der Artemis und des Apollon
Κρονίων, Κρονίωνος, ὁ – der Kronos-Sohn, gemeint: Zeus, der Oberste der Götter
Οὐρανίωνες, Οὐρανιώνων, οἱ – die Himmlischen, gemeint: die Götter
Σιπύλος, Σιπύλου, ὁ – Sipylos, Gebirge in Kleinasien
Ἀχελώϊος, Ἀχελωΐου, ὁ – Acheloios, Fluss in Griechenland
Ἴλιον, Ἴλιου, τό – Ilion, ein anderer Name für Troja
Ἀχιλ(λ)εύς, Ἀχιλ(λ)ῆος, ὁ – Achill, stärkster Kämpfer auf der Seite der Griechen
Αὐτομέδων, Αὐτομέδοντος, ὁ – Automedon, Wagenlenker des Achill
Δαρδανίδης, Δαρδανίδου, ὁ – Nachkomme des Dardanos, gemeint: Priamos
Πρίαμος, Πριάμου, ὁ – Priamos, Herrscher Trojas

