Eumaios – der Odysseus stets treu gebliebene Sauhirte (Od. 14,56-71.133-147)

‘ξεῖν᾽, οὔ μοι θέμις ἔστ᾽, οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,
ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε: δόσις δ᾽ ὀλίγη τε φίλη τε
γίγνεται ἡμετέρη: ἡ γὰρ δμώων δίκη ἐστὶν
αἰεὶ δειδιότων, ὅτ᾽ ἐπικρατέωσιν ἄνακτες     60
οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
ὅς κεν ἔμ᾽ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ᾽ ἐπὶ ἔργον ἀέξῃ,     65
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
τῷ κέ με πόλλ᾽ ὤνησεν ἄναξ, εἰ αὐτόθ᾽ ἐγήρα:
ἀλλ᾽ ὄλεθ᾽—ὡς ὤφελλ᾽ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε:
καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς     70
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.’

‘τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν:
ἢ τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ᾽ αὐτοῦ     135
κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλε, φίλοισι δὲ κήδε᾽ ὀπίσσω
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται: οὐ γὰρ ἔτ᾽ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ᾽ ἐπέλθω,
οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι     140
οἶκον, ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ:
ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ᾽ ὀνομάζειν     145
αἰδέομαι: πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ:
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.’

Anmerkungen

Ζεύς, Διός, ὁ – Zeus, der Oberste der Götter

Ἑλένη, Ἑλένης, ἡ – Helena, Ehefrau des Menelaos und Auslöser für den Trojanischen Krieg

Ἀγαμέμνων, Ἀγαμέμνονος, ὁ – Agamemnon, Oberbefehlshaber der Griechen

Ἴλιον, Ἴλιου, τό – Ilion, ein anderer Name für Troja

Ὀδυσσεύς, Ὀδυσσῆος, ὁ – Odysseus, Held, der für seine Klugheit bekannt ist

s. auch:

Zeichnung “Odysseus spricht mit Eumaios” (J. Flaxman, 1805)